Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. οὐλοὸν ἐλλιτάνευε κακῇ ἐπαλαλκέμεν ἄτῃ
  2. σαίνων· αὐτὰρ ὃ βρῖθος, ὃ δή ῥ’ ἀνεδέξατο νώτοις,
  3. ᾔτεεν ἄφρονα δῶρον· ὃ δ’ οὐκ ἀπανήνατο χρειοῖ.
  4. Ἐξοτε γηραλέον μὲν ἀεὶ φλόον ἑρπετὰ βάλλει
  5. ὁλκήρη, θνητοὺς δὲ κακὸν περὶ γῆρας ὀπάζει·
  6. νοῦσον δ’ ἀζαλέην βρωμήτορος οὐλομένη θὴρ
  7. δέξατο, καί τε τυπῇσιν ἀμυδροτέρῃσιν ἰάπτει.
  8. Νῦν δ’ ἄγε χερσύδροιο καὶ ἀσπίδος εἴρεο μορφὰς
  9. ἰσαίας· πληγῇ δὲ κακήθεα σήμαθ’ ὁμαρτεῖ·
  10. πᾶσα γὰρ ὑδαλέη ῥινὸς περὶ σάρκα μυσαχθὴς
  11. νειόθι πιτναμένη μυδόεν τεκμήρατο νύχμα,
  12. σηπεδόσι φλιδόωσα· τὰ δ’ ἄλγεα φῶτα δαμάζει
  13. μυρία πυρπολέοντα· θοαὶ δ’ ἐπὶ γυῖα χέονται
  14. πρηδόνες, ἄλλοθεν ἄλλαι ἐπημοιβοὶ κλονέουσαι.
  15. Ὃς δ’ ἤτοι τὸ πρὶν μὲν ὑπὸ βροχθώδεϊ λίμνῃ
  16. ἄσπειστον βατράχοισι φέρει κότον· ἀλλ’ ὅταν ὕδωρ
  17. σείριος αὐήνῃσι, τρύγη δ’ ἐν πυθμένι λίμνης,
  18. καὶ τόθ’ ὅγ’ ἐν χέρσῳ τελέθει ψαφαρός τε καὶ ἄχρους,
  19. θάλπων ἠελίῳ βλοσυρὸν δέμας· ἐν δὲ κελεύθοις