Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- χανδὸν ἀμέτρητον δέχεται ποτὸν, εἰσόκε νηδὺς
- ὀμφαλὸν ἐξέρρηξε, χέῃ δ’ ὑπεραχθέα φόρτον.
- γύγιος δ’ ἄρα μῦθος ἐν αἰζηοῖσι φορεῖται,
- ὡς, ὁπότ’ οὐρανὸν ἔσχε Κρόνου πρεσβίστατον αἷμα,
- νειμάμενος κασίεσσιν ἑκὰς περικυδέας ἀρχὰς
- ἰδμοσύνῃ νεότητα γέρας πόρεν ἡμερίοισι
- κυδαίνων· δὴ γάρ ῥα πυρὸς ληΐστορ’ ἔνιπτον,
- ἄφρονες· οὐ γὰρ τῆς γε κακοφραδίης ἀπόνηντο.
- Νωθεῖς γὰρ κάμνοντες ἀμορβεύοντο λεπάργῳ
- δῶρα· πολύσκαρθμος δὲ κεκαυμένος αὐχένα δίψῃ
- ῥώετο· γωλειοῖσι δ’ ἰδὼν ὁλκήρεα θῆρα
- οὐλοὸν ἐλλιτάνευε κακῇ ἐπαλαλκέμεν ἄτῃ
- σαίνων· αὐτὰρ ὃ βρῖθος, ὃ δή ῥ’ ἀνεδέξατο νώτοις,
- ᾔτεεν ἄφρονα δῶρον· ὃ δ’ οὐκ ἀπανήνατο χρειοῖ.
- Ἐξοτε γηραλέον μὲν ἀεὶ φλόον ἑρπετὰ βάλλει
- ὁλκήρη, θνητοὺς δὲ κακὸν περὶ γῆρας ὀπάζει·
- νοῦσον δ’ ἀζαλέην βρωμήτορος οὐλομένη θὴρ
- δέξατο, καί τε τυπῇσιν ἀμυδροτέρῃσιν ἰάπτει.
- Νῦν δ’ ἄγε χερσύδροιο καὶ ἀσπίδος εἴρεο μορφὰς
- ἰσαίας· πληγῇ δὲ κακήθεα σήμαθ’ ὁμαρτεῖ·