Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- λεῦκαι τ’ ἀργινόεσσαν ἐπισσεύουσιν ἔφηλιν.
- Ναὶ μὴν διψάδος εἶδος ὁμώσεται αἰὲν ἐχίδνῃ
- παυροτέρης, θανάτου δὲ θοώτερος ἵξεται αἶσα,
- οἷσιν ἐνισκίμψῃ βλοσυρὸν δάκος· ἤτοι ἀραιὴ
- αἰὲν ὑποζοφόεσσα μελαίνεται ἄκροθεν οὐρή·
- δάχματι δ’ ἐμφλέγεται κραδίη πρόπαν, ἀμφὶ δὲ καύσῳ
- χείλε’ ὑπ’ ἀζαλέης αὐαίνεται ἄβροχα δίψης·
- αὐτὰρ ὅγ’, ἠύτε ταῦρος ὑπὲρ ποταμοῖο νενευκὼς,
- χανδὸν ἀμέτρητον δέχεται ποτὸν, εἰσόκε νηδὺς
- ὀμφαλὸν ἐξέρρηξε, χέῃ δ’ ὑπεραχθέα φόρτον.
- γύγιος δ’ ἄρα μῦθος ἐν αἰζηοῖσι φορεῖται,
- ὡς, ὁπότ’ οὐρανὸν ἔσχε Κρόνου πρεσβίστατον αἷμα,
- νειμάμενος κασίεσσιν ἑκὰς περικυδέας ἀρχὰς
- ἰδμοσύνῃ νεότητα γέρας πόρεν ἡμερίοισι
- κυδαίνων· δὴ γάρ ῥα πυρὸς ληΐστορ’ ἔνιπτον,
- ἄφρονες· οὐ γὰρ τῆς γε κακοφραδίης ἀπόνηντο.
- Νωθεῖς γὰρ κάμνοντες ἀμορβεύοντο λεπάργῳ
- δῶρα· πολύσκαρθμος δὲ κεκαυμένος αὐχένα δίψῃ
- ῥώετο· γωλειοῖσι δ’ ἰδὼν ὁλκήρεα θῆρα