Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. αἱμορόῳ σύμμορφον, ἀτὰρ στίβον ἀντί’ ὀκέλλει·
  2. καὶ κεράων δ’ ἔμπλην δέμας ἄμμορον, ἡ δέ νυ χροιὴ
  3. οἵη περ τάπιδος λασίῳ ἐπιδέδρομε τέρφει·
  4. κράατι δ’ ἐμβαρύθει, ἐλάχεια δὲ φαίνεται οὐρὴ
  5. ἐσσυμένῃ· σκολιὴν γὰρ ὁμῶς ἐπιτείνεται ἄκρην.
  6. Τῆς δ’ ἤτοι ὀλοὸν καὶ ἐπώδυνον ἔπλετο ἕλκος
  7. σηπεδόνος, νέμεται δὲ μέλας ὀλοφώιος ἰὸς
  8. πᾶν δέμας, αὐαλέῃ δὲ περὶ χροῒ καρφομένη θρὶξ
  9. σκίδναται, ὡς γήρεια καταψηχθέντος ἀκάνθης·
  10. ἐκ μὲν γὰρ κεφαλῆς τε καὶ ὀφρύος ἀνδρὶ τυπέντι
  11. ῥαίονται, βλεφάρων δὲ μέλαιν’ ἐξέφθιτο λάχνη·
  12. ἅψεα δὲ τροχόεντες ἐπιστίζουσι μὲν ἀλφοὶ,
  13. λεῦκαι τ’ ἀργινόεσσαν ἐπισσεύουσιν ἔφηλιν.
  14. Ναὶ μὴν διψάδος εἶδος ὁμώσεται αἰὲν ἐχίδνῃ
  15. παυροτέρης, θανάτου δὲ θοώτερος ἵξεται αἶσα,
  16. οἷσιν ἐνισκίμψῃ βλοσυρὸν δάκος· ἤτοι ἀραιὴ
  17. αἰὲν ὑποζοφόεσσα μελαίνεται ἄκροθεν οὐρή·
  18. δάχματι δ’ ἐμφλέγεται κραδίη πρόπαν, ἀμφὶ δὲ καύσῳ
  19. χείλε’ ὑπ’ ἀζαλέης αὐαίνεται ἄβροχα δίψης·
  20. αὐτὰρ ὅγ’, ἠύτε ταῦρος ὑπὲρ ποταμοῖο νενευκὼς,