Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. αἷμα διὲκ ῥινῶν τε καὶ αὐχένος ἠδὲ δι’ ὤτων
  2. πιδύεται, χολόεντι νέον πεφορυγμένον ἰῷ·
  3. οὖρα δὲ φοινίσσοντα παρέδραμεν· αἱ δ’ ἐπὶ γυίοις
  4. ὠτειλαὶ ῥήγνυνται, ἐπειγόμεναι χροὸς ἄτῃ.
  5. Μή ποτέ τοι θήλει’ αἱμορροῒς ἰὸν ἐνείη·
  6. τῆς γὰρ ὀδαξαμένης τὰ μὲν ἀθρόα πίμπραται οὖλα
  7. ῥιζόθεν, ἐξ ὀνύχων δὲ κατείβεται ἀσταγὲς αἶμα·
  8. οἱ δὲ φόνῳ μυδόεντες ἀναπλείουσιν ὀδόντες.
  9. Εἰ δ’ ἔτυμον, Τροίηθεν ἰοῦσ’ ἐχαλέψατο φύλοις
  10. Αἰνελένη, ὅτε νῆα πολύστροιβον παρὰ Νεῖλον
  11. ἔστησαν βορέαο κακὴν προφυγόντες ὁμοκλήν,
  12. ἦμος ἀποψύχοντα κυβερνητῆρα Κάνωβον
  13. Θώνιος ἐν ψαμάθοις ἀθρήσατο· τύψε γὰρ εὐνῇ
  14. αὐχέν’ ἀποθλιφθεῖσα καὶ ἐν βαρὺν ἤρυγεν ἰὸν
  15. αἱμοροῒς θήλεια, κακὸν δέ οἱ ἔχραε κοῖτον.
  16. Τῷ δ’ Ἑλένη μέσον ὁλκὸν ἐνέθλασε, θραῦσε δ’ ἀκάνθης
  17. δεσμὰ πέριξ νωταία, ῥάχις δ’ ἐξέδραμε γυίων.
  18. Ἐξόθεν αἱμορόοι σκολιοπλανέες τε κεράσται
  19. οἶοι χωλεύουσι κακηπελίῃ βαρύθοντες.
  20. Εὖ δ’ ἂν σηπεδόνος γνοίης δέμας, ἄλλο μὲν εἴδει