Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- Τῷ δ’ Ἑλένη μέσον ὁλκὸν ἐνέθλασε, θραῦσε δ’ ἀκάνθης
- δεσμὰ πέριξ νωταία, ῥάχις δ’ ἐξέδραμε γυίων.
- Ἐξόθεν αἱμορόοι σκολιοπλανέες τε κεράσται
- οἶοι χωλεύουσι κακηπελίῃ βαρύθοντες.
- Εὖ δ’ ἂν σηπεδόνος γνοίης δέμας, ἄλλο μὲν εἴδει
- αἱμορόῳ σύμμορφον, ἀτὰρ στίβον ἀντί’ ὀκέλλει·
- καὶ κεράων δ’ ἔμπλην δέμας ἄμμορον, ἡ δέ νυ χροιὴ
- οἵη περ τάπιδος λασίῳ ἐπιδέδρομε τέρφει·
- κράατι δ’ ἐμβαρύθει, ἐλάχεια δὲ φαίνεται οὐρὴ