Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ἐσσυμένῃ· σκολιὴν γὰρ ὁμῶς ἐπιτείνεται ἄκρην.
- Τῆς δ’ ἤτοι ὀλοὸν καὶ ἐπώδυνον ἔπλετο ἕλκος
- σηπεδόνος, νέμεται δὲ μέλας ὀλοφώιος ἰὸς
- πᾶν δέμας, αὐαλέῃ δὲ περὶ χροῒ καρφομένη θρὶξ
- σκίδναται, ὡς γήρεια καταψηχθέντος ἀκάνθης·
- ἐκ μὲν γὰρ κεφαλῆς τε καὶ ὀφρύος ἀνδρὶ τυπέντι
- ῥαίονται, βλεφάρων δὲ μέλαιν’ ἐξέφθιτο λάχνη·
- ἅψεα δὲ τροχόεντες ἐπιστίζουσι μὲν ἀλφοὶ,
- λεῦκαι τ’ ἀργινόεσσαν ἐπισσεύουσιν ἔφηλιν.