Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ῥιζόθεν, ἐξ ὀνύχων δὲ κατείβεται ἀσταγὲς αἶμα·
- οἱ δὲ φόνῳ μυδόεντες ἀναπλείουσιν ὀδόντες.
- Εἰ δ’ ἔτυμον, Τροίηθεν ἰοῦσ’ ἐχαλέψατο φύλοις
- Αἰνελένη, ὅτε νῆα πολύστροιβον παρὰ Νεῖλον
- ἔστησαν βορέαο κακὴν προφυγόντες ὁμοκλήν,
- ἦμος ἀποψύχοντα κυβερνητῆρα Κάνωβον
- Θώνιος ἐν ψαμάθοις ἀθρήσατο· τύψε γὰρ εὐνῇ
- αὐχέν’ ἀποθλιφθεῖσα καὶ ἐν βαρὺν ἤρυγεν ἰὸν
- αἱμοροῒς θήλεια, κακὸν δέ οἱ ἔχραε κοῖτον.