Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- Νύχματι δ’ ἀρχομένῳ μὲν ἐπιτρέχει ἄχροον οἶδος
- κυάνεον· κραδίῃ δὲ κακὸν περιτέτροφεν ἄλγος·
- γαστὴρ δ’ ὑδατόεσσα διέσσυτο, νυκτὶ δὲ πρώτῃ
- αἷμα διὲκ ῥινῶν τε καὶ αὐχένος ἠδὲ δι’ ὤτων
- πιδύεται, χολόεντι νέον πεφορυγμένον ἰῷ·
- οὖρα δὲ φοινίσσοντα παρέδραμεν· αἱ δ’ ἐπὶ γυίοις
- ὠτειλαὶ ῥήγνυνται, ἐπειγόμεναι χροὸς ἄτῃ.
- Μή ποτέ τοι θήλει’ αἱμορροῒς ἰὸν ἐνείη·
- τῆς γὰρ ὀδαξαμένης τὰ μὲν ἀθρόα πίμπραται οὖλα