Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- Δειρὴν δ’ ἐσφήκωται ἅλις, πεδανὴ δέ οἱ οὐρὴ
- ζαχρειὲς θλιφθεῖσα παρομφάλιος τετάνυσται.
- Τοῦ μὲν ὑπὸ νιφόεντα κεράστα δοιὰ μετώπῳ
- ἔγκειται πάρνοψι φάη λογάδας τι προσεικῆ·
- σμερδαλέον δ’ ἐπί οἱ λαμυρὸν πέφρικε κάρηνον.
- Δοχμὰ δ’ ἐπισκάζων ὀλίγον δέμας οἷα κεράστης
- μέσσου ὅγ’ ἐκ νώτου βαιὸν πλόον αἰὲν ὀκέλλει,
- γαίῃ ἐπιθλίβων νηδὺν, φολίσιν δὲ καὶ οἴμῳ
- παῦρον ὑποψοφέων καλάμης χύσιν οἷα διέρπει.