Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Τιτήνων ἐνέπουσιν ἀφ’ αἵματος, εἰ ἐτεόν περ
  2. Ἀσκραῖος μυχάτοιο Μελισσήεντος ἐπ’ ὄχθαις
  3. Ἡσίοδος κατέλεξε παρ’ ὕδασι Περμησσοῖο.
  4. Τὸν δὲ χαλαζήεντα κόρη Τιτηνὶς ἀνῆκε
  5. σκορπίον, ἐκ κέντροιο τεθηγμένον, ἦμος ἐπέχρα
  6. Βοιωτῷ τεύχουσα κακὸν μόρον Ὠαρίωνι,
  7. ἀχράντων ὅτε χερσὶ θεῆς ἐδράξατο πέπλων·
  8. αὐτὰρ ὅγε στιβαροῖο κατὰ σφυρὸν ἥλασεν ἴχνευς,
  9. σκορπίος ἀπροϊδὴς ὀλίγῳ ὑπὸ λᾶι λοχήσας·
  10. τοῦ δὲ τέρας περίσημον ὑπ’ ἀστέρας ἀπλανὲς αὔτως
  11. οἷα κυνηλατέοντος ἀείδελον ἐστήρικται.
  12. Ἀλλὰ σύ γε σταθμοῖο καὶ αὐλίου ἑρπετὰ φύγδην
  13. ῥηιδίως ἐκ πάντα διώξεαι, ἢ ἀπ’ ἐρίπνης,
  14. ἠὲ καὶ αὐτοπόνοιο χαμευνάδος, ἦμος ἀν’ ἀγροὺς
  15. φεύγων αὐαλέου θέρεος πυρόεσσαν ἀϋτμὴν
  16. αἴθριος ἐν καλάμῃ στορέσας ἀκρέσπερος εὕδῃς,
  17. ἢ καὶ ἀν’ ὑδρήεντα παρὲκ λόφον, ἢ ἐνὶ βήσσης
  18. ἐσχατιῇ, ὅθι πλεῖστα κινώπετα βόσκεται ὕλην,
  19. [δρυμοὺς καὶ λασιῶνας ἀμορβαίους τε χαράδρας]