Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. τῶν δέ τε καμνόντων ὀλίγος περὶ ἄψεα θυμὸς
  2. λείπεται ἐκ καμάτοιο· μόλις γε μὲν ἔκφυγον αἶσαν.
  3. Σῆμα δέ τοι δάκεος αἱμορρόου αὖτις ἐνίσπω,
  4. ὅς τε κατ’ ἀμβαθμοὺς πετρώδεας αἰὲν ἰαύει,
  5. τρηχὺν ὑπάρπεζον θαλάμην ὀλιγήρεα τεύχων·
  6. ἔνθ’ εἰλυθμὸν ἔχεσκεν, ἐπεί τ’ ἐκορέσσατο φορβῆς.
  7. Μήκει μὲν ποδὸς ἴχνος ἰσάζεται, αὐτὰρ ἐπ’ εὖρος
  8. τέτρυται μύουρος ἀπὸ φλογέοιο καρήνου,
  9. ἄλλοτε μὲν χροιῇ ψολόεις, ὁτὲ δ’ ἔμπαλιν αἰθός.