Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ἄλλοτε δ’ ἠερόεσσα, τότ’ ἄνθεσιν εἴσατο χαλκοῦ.
  2. Εὖ δ’ ἂν καὶ δολόεντα μάθοις ἐπιόντα κεράστην
  3. ἠύτ’ ἔχιν· τῷ γάρ τε δομὴν ἰνδάλλεται ἴσην.
  4. Ἤτοι ὁ μὲν κόλος ἐστίν, ὁ δ’ αὖ κεράεσσι πεποιθὼς,
  5. ἄλλοτε μὲν πισύρεσσιν, ὅτ’ ἐν δοιοῖσι κεράστης,
  6. χροιῇ δ’ ἐν ψαφαρῇ λεπρύνεται, ἐν δ’ ἀμάθοισιν
  7. ἢ καὶ ἀματροχιῇσι κατὰ στίβον ἐνδυκὲς αὔει.
  8. Τῶν ἤτοι σπείρῃσιν ὃ μὲν θοὸς ἀντία θύνει
  9. ἀτραπὸν ἰθεῖαν δολιχῷ μηρύγματι γαστρός·
  10. αὐτὰρ ὅγε σκαιὸς μεσάτῳ ἐπαλίνδεται ὁλκῷ,
  11. οἶμον ὁδοιπλανέων σκολιὴν τετρηχότι νώτῳ,
  12. τράμπιδος ὁλκαίης ἀκάτῳ ἴσος, ἥ τε δι’ ἅλμης
  13. πλευρὸν ὅλον βάπτουσα κακοσταθέοντος ἀήτεω
  14. εἰς ἄνεμον βεβίηται ἀπόκρουστος λιβὸς οὔρῳ.
  15. Τοῦ μὲν, ὅτ’ ἐμβρύξῃσιν, ἀεικέλιον περὶ νύχμα,
  16. ἥλῳ ἐειδόμενον τυλόεν πέλει· αἱ δὲ πελιδναὶ
  17. φλύκταιναι πέμφιξιν ἐειδόμεναι ὑετοῖο
  18. δάχμα πέρι πλάζονται, ἀμυδρήεσσαι ἐς ὠπήν.
  19. Ἤτοι ἀφαυρότερον τελέει πόνον, ἐννέα δ’ αὐγὰς