Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ἄλλοτε φοινίσσουσα, τότ’ εἴδεται ἄντα πελιδνή·
  2. ἄλλοτε δ’ ὑδατόεν κυέει βάρος· αἱ δὲ χαμηλαὶ
  3. πομφόλυγες ὡς εἴ τε περὶ φλύκταιναι ἀραιαὶ
  4. οἷα πυρικμήτοιο χροὸς πλαδόωσιν ὕπερθεν.
  5. Σηπεδόνες δέ οἱ ἀμφὶς ἐπίδρομοι, αἱ μὲν ἄτερθεν,
  6. αἱ δὲ κατὰ πληγὴν ἰοειδέα λοιγὸν ἔασι.
  7. Πᾶν δ’ ἐπί οἱ δριμεῖα δέμας καταβόσκεται ἄτη
  8. ὀξέα πυρπολέουσα· κατ’ ἀσφάραγον δέ τε λυγμοὶ
  9. κίονά τε ξυνιόντες ἐπασσύτεροι κλονέουσιν.
  10. Ἀμφὶ καὶ εἰλίγγοις δέμας ἄχθεται· αἶψα δὲ γυίοις
  11. ἀδρανίη βαρύθουσα καὶ ἰξύι μέρμερος ἵζει·
  12. ἐν δὲ κάρῃ σκοτόεν βάρος ἵσταται· αὐτὰρ ὃ κάμνων
  13. ἄλλοτε μὲν δίψῃ φάρυγα ξηραίνεται αὔῃ
  14. πολλάκι δ’ ἐξ ὀνύχων ἴσχει κρύος, ἀμφὶ δὲ γυίοις
  15. χειμερίη ζαλόωσα πέριξ βέβριθε χάλαζα.
  16. Πολλάκι δὴ χολόεντας ἀπήρυγε νηδύος ὄγκους
  17. ὠχραίνων δέμας ἀμφίς· ὁ δὲ νοτέων περὶ γυίοις
  18. ψυχρότερος νιφετοῖο βολῆς περιχεύεται ἱδρώς.
  19. Χροιὴν δ’ ἄλλοτε μὲν μολίβου ζοφοειδέος ἴσχει,