Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ἠελίου μογέων ἐπιόσσεται, οἷσι κεράστης
  2. οὐλόμενος κακοεργὸν ἐνιχραύσῃ κυνόδοντα.
  3. Διπλῷ δ’ ἐν βουβῶνι καὶ ἰγνύσιν ἀσκελὲς αὔτως
  4. μόχθος ἐνιτρέφεται, πελιὸς δέ οἱ ἐμφέρεται χρώς·
  5. τῶν δέ τε καμνόντων ὀλίγος περὶ ἄψεα θυμὸς
  6. λείπεται ἐκ καμάτοιο· μόλις γε μὲν ἔκφυγον αἶσαν.
  7. Σῆμα δέ τοι δάκεος αἱμορρόου αὖτις ἐνίσπω,
  8. ὅς τε κατ’ ἀμβαθμοὺς πετρώδεας αἰὲν ἰαύει,
  9. τρηχὺν ὑπάρπεζον θαλάμην ὀλιγήρεα τεύχων·
  10. ἔνθ’ εἰλυθμὸν ἔχεσκεν, ἐπεί τ’ ἐκορέσσατο φορβῆς.
  11. Μήκει μὲν ποδὸς ἴχνος ἰσάζεται, αὐτὰρ ἐπ’ εὖρος
  12. τέτρυται μύουρος ἀπὸ φλογέοιο καρήνου,
  13. ἄλλοτε μὲν χροιῇ ψολόεις, ὁτὲ δ’ ἔμπαλιν αἰθός.
  14. Δειρὴν δ’ ἐσφήκωται ἅλις, πεδανὴ δέ οἱ οὐρὴ
  15. ζαχρειὲς θλιφθεῖσα παρομφάλιος τετάνυσται.
  16. Τοῦ μὲν ὑπὸ νιφόεντα κεράστα δοιὰ μετώπῳ
  17. ἔγκειται πάρνοψι φάη λογάδας τι προσεικῆ·
  18. σμερδαλέον δ’ ἐπί οἱ λαμυρὸν πέφρικε κάρηνον.
  19. Δοχμὰ δ’ ἐπισκάζων ὀλίγον δέμας οἷα κεράστης