Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Τῶν ἤτοι βρεχμοὶ μὲν ἐπὶ πλάτος, ἡδ’ ὑπὲρ ἄκρον
  2. ὁλκαῖον σπείρης κολοβὴν ἐπελίσσεται οὐρὴν,
  3. ἀργαλέαις φρίσσουσαν ἐπηετανὸν φολίδεσσι·
  4. νωθεῖ δ’ ἔνθα καὶ ἔνθα διὰ δρυμὰ νίσσεται ὁλκῷ.
  5. Πᾶς δέ τοι ὀξυκάρηνος ἰδεῖν ἔχις, ἄλλοτε μῆκος
  6. μάσσων, ἄλλοτε παῦρος· ἀκιδνότερος δὲ κατ’ εὖρος
  7. νηδύος, ἡ δὲ μύουρος ὑφ’ ἀλκαίη τετάνυσται,
  8. ἴσως μὲν πεδανὴ δολιχοῦ ὑπὸ πείρασιν ὁλκοῦ,
  9. ἴσως δ’ ἐκ φολίδων τετρυμένη· αὐτὰρ ἐνωπῆς
  10. γλήνεα φοινίσσει τεθοωμένος, ὀξὺ δὲ δικρῇ
  11. γλώσσῃ λιχμάζων νέατον σκωλύπτεται οὐρήν.
  12. Κωκυτὸν δ’ ἐχιαῖον ἐπικλείουσιν ὁδῖται.
  13. Τοῦ μὲν ὑπὲρ κυνόδοντε δύω χροῒ τεκμαίρονται
  14. ἰὸν ἐρευγόμενοι· πλέονες δέ τοι αἰὲν ἐχίδνης.
  15. Οὔλῳ γὰρ στομίῳ ἐμφύεται, ἀμφὶ δὲ σαρκὶ
  16. ῥεῖά κεν εὐρυνθέντας ἐπιφράσσαιο χαλινούς.
  17. Τῆς καὶ ἀπὸ πληγῆς φέρεται λίπει εἴκελος ἰχώρ,
  18. ἄλλοτε δ’ αἱματόεις, τοτὲ δ’ ἄχροος· ἡ δ’ ἐπί οἱ σὰρξ
  19. πολλάκι μὲν χλοάουσα βαρεῖ ἀναδέδρομεν οἴδει,