Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- Τῆς καὶ ἀπὸ πληγῆς φέρεται λίπει εἴκελος ἰχώρ,
- ἄλλοτε δ’ αἱματόεις, τοτὲ δ’ ἄχροος· ἡ δ’ ἐπί οἱ σὰρξ
- πολλάκι μὲν χλοάουσα βαρεῖ ἀναδέδρομεν οἴδει,
- ἄλλοτε φοινίσσουσα, τότ’ εἴδεται ἄντα πελιδνή·
- ἄλλοτε δ’ ὑδατόεν κυέει βάρος· αἱ δὲ χαμηλαὶ
- πομφόλυγες ὡς εἴ τε περὶ φλύκταιναι ἀραιαὶ
- οἷα πυρικμήτοιο χροὸς πλαδόωσιν ὕπερθεν.
- Σηπεδόνες δέ οἱ ἀμφὶς ἐπίδρομοι, αἱ μὲν ἄτερθεν,
- αἱ δὲ κατὰ πληγὴν ἰοειδέα λοιγὸν ἔασι.