Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Πᾶν δ’ ἐπί οἱ δριμεῖα δέμας καταβόσκεται ἄτη
  2. ὀξέα πυρπολέουσα· κατ’ ἀσφάραγον δέ τε λυγμοὶ
  3. κίονά τε ξυνιόντες ἐπασσύτεροι κλονέουσιν.
  4. Ἀμφὶ καὶ εἰλίγγοις δέμας ἄχθεται· αἶψα δὲ γυίοις
  5. ἀδρανίη βαρύθουσα καὶ ἰξύι μέρμερος ἵζει·
  6. ἐν δὲ κάρῃ σκοτόεν βάρος ἵσταται· αὐτὰρ ὃ κάμνων
  7. ἄλλοτε μὲν δίψῃ φάρυγα ξηραίνεται αὔῃ
  8. πολλάκι δ’ ἐξ ὀνύχων ἴσχει κρύος, ἀμφὶ δὲ γυίοις
  9. χειμερίη ζαλόωσα πέριξ βέβριθε χάλαζα.