Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ἴσως μὲν πεδανὴ δολιχοῦ ὑπὸ πείρασιν ὁλκοῦ,
  2. ἴσως δ’ ἐκ φολίδων τετρυμένη· αὐτὰρ ἐνωπῆς
  3. γλήνεα φοινίσσει τεθοωμένος, ὀξὺ δὲ δικρῇ
  4. γλώσσῃ λιχμάζων νέατον σκωλύπτεται οὐρήν.
  5. Κωκυτὸν δ’ ἐχιαῖον ἐπικλείουσιν ὁδῖται.
  6. Τοῦ μὲν ὑπὲρ κυνόδοντε δύω χροῒ τεκμαίρονται
  7. ἰὸν ἐρευγόμενοι· πλέονες δέ τοι αἰὲν ἐχίδνης.
  8. Οὔλῳ γὰρ στομίῳ ἐμφύεται, ἀμφὶ δὲ σαρκὶ
  9. ῥεῖά κεν εὐρυνθέντας ἐπιφράσσαιο χαλινούς.