Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Ἀλλ’ ὅταν Αἰγύπτοιο παρὰ θρυόεντας ἰάμνους
  2. ἀσπίσι μῶλον ἔχωσιν ἀθέσφατον εἱλικοέσσαις,
  3. αὐτίχ’ ὃ μὲν ποταμόνδε καθήλατο, τύψε δὲ κώλοις
  4. τάρταρον ἰλυόεσσαν, ἄφαρ δ’ ἐφορύξατο γυῖα
  5. πηλῷ, ἀλινδηθεὶς ὀλίγον δέμας, εἰσόκε λάχνην
  6. σείριος ἀζήνῃ, τεύξῃ δ’ ἄγναπτον ὀδόντι.
  7. Τῆμος δ’ ἠὲ κάρην λιχμήρεος ἑρπηστᾶο
  8. σμερδαλέης ἔβρυξεν ἐπάλμενος, ἠὲ καὶ οὐρῆς
  9. ἁρπάξας βρυόεντος ἔσω ποταμοῖο κύλισεν.
  10. Εὖ δ’ ἂν ἐχιδνήεσσαν ἴδοις πολυδευκέα μορφὴν,
  11. ἄλλοτε μὲν δολιχὴν, ὁτὲ παυράδα· τοῖον ἀέξει
  12. Εὐρώπη τ’ Ἀσίη τε· τὰ δ’ οὐκ ἐπιείκελα δήεις.
  13. Ἤτοι ἀν’ Εὐρώπην μὲν ὀλίζονα, καί θ’ ὑπὲρ ἄκρους
  14. ῥώθωνας κεραοί τε καὶ ἀργίλιπες τελέθουσιν,
  15. αἳ μὲν ὑπὸ Σκείρωνος ὄρη Παμβώνιά τ’ αἴπη,
  16. Ῥυπαῖον, Κόρακός τε πάγον, πολιόν τ’ Ἀσέληνον·
  17. Ἀσὶς δ’ ὀργυιόεντα καὶ ἐς πλέον ἑρπετὰ βόσκει,
  18. οἷα περὶ τρηχὺν Βουκάρτερον, ἢ καὶ ἐρυμνὸς
  19. Αἰσαγέης πρηὼν καὶ Κέρκαφος ἐντὸς ἐέργει.