Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ἄιδα προσμάξηται ἐπὶ ζαμενὲς κοτέουσα.
  2. Τῆς ἤτοι πίσυρες κοῖλοι ὑπένερθεν ὀδόντες
  3. ἀγκύλοι ἐν γναθμοῖς δολιχήρεες ἐρρίζωνται
  4. ἰοδόκοι, μύχατος δὲ χιτὼν ὑμένεσσι καλύπτει·
  5. ἔνθεν ἀμείλικτον γυίοις ἐνερεύγεται ἰόν.
  6. Ἐχθρῶν που τέρα κεῖνα καρήασιν ἐμπελάσειε·
  7. σαρκὶ γὰρ οὔτ’ ἐπὶ δάχμα φαείνεται, οὔτε δυσαλθὲς
  8. οἶδος ἐπιφλέγεται, καμάτου δ’ ἄτερ ὄλλυται ἀνήρ·
  9. ὑπνηλὸν δ’ ἐπὶ νῶκαρ ἄγει βιότοιο τελευτήν. —
  10. Ἰχνεύμων δ’ ἄρα μοῦνος ἀκήριος ἀσπίδος ὁρμὴν
  11. ἠμὲν ὅτ’ ἐς μόθον εἶσιν, ἀλεύεται, ἡδ’ ὅτε λυγρὰ
  12. θαλπούσης ὄφιος κηριτρόφου ὤεα γαίῃ
  13. πάντα διεσκήνιψε, καὶ ἐξ ὑμένων ἐτίναξε
  14. δαρδάπτων, ὀλοοῖς δὲ συνερραθάγησεν ὀδοῦσι.
  15. Μορφὴ δ’ ἰχνευτᾶο κινωπέτου οἷον ἀμυδρῆς
  16. ἴκτιδος, ἥ τ’ ὄρνισι κατοικιδίῃσιν ὄλεθρον
  17. μαίεται, ἐξ ὕπνοιο συναρπάζουσα πετεύρων,
  18. ἔνθα λέχος τεύχονται ἐπίκριοι ἢ καὶ ἀφαυρὰ
  19. τέκνα τιθαιβώσσουσιν ὑπὸ πλευρῇσι θέρουσαι.