Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ἄιδα προσμάξηται ἐπὶ ζαμενὲς κοτέουσα.
- Τῆς ἤτοι πίσυρες κοῖλοι ὑπένερθεν ὀδόντες
- ἀγκύλοι ἐν γναθμοῖς δολιχήρεες ἐρρίζωνται
- ἰοδόκοι, μύχατος δὲ χιτὼν ὑμένεσσι καλύπτει·
- ἔνθεν ἀμείλικτον γυίοις ἐνερεύγεται ἰόν.
- Ἐχθρῶν που τέρα κεῖνα καρήασιν ἐμπελάσειε·
- σαρκὶ γὰρ οὔτ’ ἐπὶ δάχμα φαείνεται, οὔτε δυσαλθὲς
- οἶδος ἐπιφλέγεται, καμάτου δ’ ἄτερ ὄλλυται ἀνήρ·
- ὑπνηλὸν δ’ ἐπὶ νῶκαρ ἄγει βιότοιο τελευτήν. —
- Ἰχνεύμων δ’ ἄρα μοῦνος ἀκήριος ἀσπίδος ὁρμὴν
- ἠμὲν ὅτ’ ἐς μόθον εἶσιν, ἀλεύεται, ἡδ’ ὅτε λυγρὰ
- θαλπούσης ὄφιος κηριτρόφου ὤεα γαίῃ
- πάντα διεσκήνιψε, καὶ ἐξ ὑμένων ἐτίναξε
- δαρδάπτων, ὀλοοῖς δὲ συνερραθάγησεν ὀδοῦσι.
- Μορφὴ δ’ ἰχνευτᾶο κινωπέτου οἷον ἀμυδρῆς
- ἴκτιδος, ἥ τ’ ὄρνισι κατοικιδίῃσιν ὄλεθρον
- μαίεται, ἐξ ὕπνοιο συναρπάζουσα πετεύρων,
- ἔνθα λέχος τεύχονται ἐπίκριοι ἢ καὶ ἀφαυρὰ
- τέκνα τιθαιβώσσουσιν ὑπὸ πλευρῇσι θέρουσαι.
- Ἀλλ’ ὅταν Αἰγύπτοιο παρὰ θρυόεντας ἰάμνους