Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- Ἣ καὶ σμερδαλέον μὲν ἔχει δέμας, ἐν δὲ κελεύθῳ
- νωχελὲς ἐξ ὁλκοῖο φέρει βάρος, ὑπναλέῳ δὲ
- αἰὲν ἐπιλλίζουσα φαείνεται ἐνδυκὲς ὄσσῳ·
- ἀλλ’ ὅταν ἢ δοῦπον νέον οὔασιν ἠέ τιν’ αὐγὴν
- ἀθρήσῃ, νωθρὴ μὲν ἀπὸ ῥέθεος βάλεν ὕπνον,
- ὁλκῷ δὲ τροχόεσσαν ἅλων εἱλίξατο γαίῃ,
- λευγαλέον δ’ ἀνὰ μέσσα κάρη πεφρικὸς ἀείρει.
- Τῆς ἤτοι μῆκος μὲν, ὃ κύντατον ἔτρεφεν αἶα,
- ὀργυιῇ μετρητόν· ἀτὰρ περιφαίνεται εὖρος,
- ὅσσον τ’ αἰγανέης δορατοξόος ἤνυσε τέκτων
- εἰς ἐνοπὴν ταύρων τε βαρυφθόγγων τε λεόντων.
- Χροιὴ δ’ ἄλλοτε μὲν ψαφαροῖς ἐπιδέδρομε νώτοις
- ἢ περὶ μηλινόεσσα καὶ αἰόλος, ἄλλοτε τεφρὴ,
- πολλάκι δ’ αἰθαλόεσσα, μελαινομένην ὑπὸ βώλῳ
- Αἰθιόπων οἵην τε πολύστονος εἰς ἅλα Νεῖλος
- πλησάμενος κατέχευεν ἄσιν, προὔτυψε δὲ πόντῳ.
- Δοιοὶ δὲ σκυνίοισιν ὑπερφαίνουσι μέτωπον
- οἷα τύλοι, τὸ δ’ ἔνερθεν ὑπαιφοινίσσεται ὄθμα
- πολλὸν ὑπὸ σπείρης, ψαφαρὸς δ’ ἀναπίμπραται αὐχὴν
- ἄκριτα ποιφύσσοντος, ὅτ’ ἀντομένοισιν ὁδουρὸς