Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ἀσπίσι μῶλον ἔχωσιν ἀθέσφατον εἱλικοέσσαις,
- αὐτίχ’ ὃ μὲν ποταμόνδε καθήλατο, τύψε δὲ κώλοις
- τάρταρον ἰλυόεσσαν, ἄφαρ δ’ ἐφορύξατο γυῖα
- πηλῷ, ἀλινδηθεὶς ὀλίγον δέμας, εἰσόκε λάχνην
- σείριος ἀζήνῃ, τεύξῃ δ’ ἄγναπτον ὀδόντι.
- Τῆμος δ’ ἠὲ κάρην λιχμήρεος ἑρπηστᾶο
- σμερδαλέης ἔβρυξεν ἐπάλμενος, ἠὲ καὶ οὐρῆς
- ἁρπάξας βρυόεντος ἔσω ποταμοῖο κύλισεν.
- Εὖ δ’ ἂν ἐχιδνήεσσαν ἴδοις πολυδευκέα μορφὴν,
- ἄλλοτε μὲν δολιχὴν, ὁτὲ παυράδα· τοῖον ἀέξει
- Εὐρώπη τ’ Ἀσίη τε· τὰ δ’ οὐκ ἐπιείκελα δήεις.
- Ἤτοι ἀν’ Εὐρώπην μὲν ὀλίζονα, καί θ’ ὑπὲρ ἄκρους
- ῥώθωνας κεραοί τε καὶ ἀργίλιπες τελέθουσιν,
- αἳ μὲν ὑπὸ Σκείρωνος ὄρη Παμβώνιά τ’ αἴπη,
- Ῥυπαῖον, Κόρακός τε πάγον, πολιόν τ’ Ἀσέληνον·
- Ἀσὶς δ’ ὀργυιόεντα καὶ ἐς πλέον ἑρπετὰ βόσκει,
- οἷα περὶ τρηχὺν Βουκάρτερον, ἢ καὶ ἐρυμνὸς
- Αἰσαγέης πρηὼν καὶ Κέρκαφος ἐντὸς ἐέργει.
- Τῶν ἤτοι βρεχμοὶ μὲν ἐπὶ πλάτος, ἡδ’ ὑπὲρ ἄκρον
- ὁλκαῖον σπείρης κολοβὴν ἐπελίσσεται οὐρὴν,