Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ἔξοχα γὰρ δολιχοῖσι κινωπησταῖς κοτέουσι
- νεβροτόκοι καὶ ζόρκες· ἀνιχνεύουσι δὲ πάντη
- τρόχμαλά θ’ αἱμασιάς τε καὶ ἰλυοὺς ἐρέθοντες,
- σμερδαλέῃ μυκτῆρος ἐπισπέρχοντες ἀυτμῇ.
- Ναὶ μὴν καὶ νιφόεσσα φέρει δυσπαίπαλος Ὄθρυς
- φοινὰ δάκη, κοίλη τε φάραγξ καὶ τρηχέες ἀγμοὶ,
- καὶ λέπας ὑλῆεν· τόθι δίψιος ἐμβατέει σήψ.
- Χροιὴν δ’ ἀλλόφατόν τε καὶ οὐ μίαν οἰαδὸν ἴσχει,
- αἰὲν ἐειδόμενος χώρῳ, ἵνα χηραμὰ τεύξῃ.
- Τῶν οἱ μὲν λιθάδας τε καὶ ἕρμακας ἐνναίοντες
- παυρότεροι, τρηχεῖς δὲ καὶ ἔκπυροι· οὔ κεν ἐκείνων
- ἀνδράσι δάχμα πέλει μεταμώνιον, ἀλλὰ κάκηθες·
- ἄλλος δ’ αὖ κόχλοισι δομὴν ἰνδάλλεται αἴης·
- ἄλλῳ δ’ ἐγχλοάουσα λοπὶς περιμήκεα κύκλον
- ποικίλον αἰόλλει· πολέες δ’ ἀμάθοισι μιγέντες
- σπείρῃ λεπραίνονται ἀλινδόμενοι ψαμάθοισι.
- Φράζεο δ’ αὐαλέαις μὲν ἐπιφρικτὴν φολίδεσσιν
- ἀσπίδα φοινήεσσαν, ἀμυδρότατον δάκος ἄλλων.
- [τῇ μὲν γάρ τε κέλευθος ὁμῶς κατ’ ἐναντίον ἕρπει]
- [ἀτραπὸν ὁλκαίην δολιχῷ μηρύγματι γαστρός.]