Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
- ὅς ῥα τόθʼ ἡνίοχον προσέφη κρατερὸν Ἰόλαον·
- ἥρως ὦ Ἰόλαε, βροτῶν πολὺ φίλτατε πάντων,
- ἦ τε μέγʼ ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν,
- ἤλιτεν Ἀμφιτρύων, ὅτʼ ἐυστέφανον ποτὶ Θήβην
- ἦλθε λιπὼν Τίρυνθα, ἐυκτίμενον πτολίεθρον,
- κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκʼ εὐρυμετώπων·
- ἵκετο δʼ ἐς Κρείοντα καὶ Ἠνιόχην τανύπεπλον,
- οἵ ῥά μιν ἠσπάζοντο καὶ ἄρμενα πάντα παρεῖχον,
- ἣ δίκη ἔσθʼ ἱκέτῃσι, τίον δέ ἑ κηρόθι μᾶλλον.
- ζῶε δʼ ἀγαλλόμενος σὺν ἐυσφύρῳ Ἠλεκτρυώνῃ,
- ᾗ ἀλόχῳ· τάχα δʼ ἄμμες ἐπιπλομένων ἐνιαυτῶν
- γεινόμεθʼ οὔτε φυὴν ἐναλίγκιοι οὔτε νόημα,
- σός τε πατὴρ καὶ ἐγώ· τοῦ μὲν φρένας ἐξέλετο Ζεύς,
- ὃς προλιπὼν σφέτερον τε δόμον σφετέρους τε τοκῆας
- ᾤχετο, τιμήσων ἀλιτήμενον Εὐρυσθῆα,
- σχέτλιος· ἦ που πολλὰ μετεστεναχίζετʼ ὀπίσσω
- ἣν ἄτην ὀχέων· ἣ δʼ οὐ παλινάγρετός ἐστιν.
- αὐτὰρ ἐμοὶ δαίμων χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.
- ὦ φίλος, ἀλλὰ σὺ θᾶσσον ἔχʼ ἡνία φοινικόεντα
- ἵππων ὠκυπόδων· μέγα δὲ φρεσὶ θάρσος ἀέξων
- ἰθὺς ἔχειν θοὸν ἅρμα καὶ ὠκυπόδων σθένος ἵππων,
- μηδὲν ὑποδδείσας κτύπον Ἄρεος ἀνδροφόνοιο,
- ὃς νῦν κεκληγὼς περιμαίνεται ἱερὸν ἄλσος
- Φοίβου Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος·
- ἦ μὴν καὶ κρατερός περ ἐὼν ἄαται πολέμοιο.
- τὸν δʼ αὖτε προσέειπεν ἀμώμητος Ἰόλαος·
- ἠθεῖʼ, ἦ μάλα δή τι πατὴρ ἀνδρῶν τε θεῶν τε
- τιμᾷ σὴν κεφαλὴν καὶ ταύρεος Ἐννοσίγαιος,
- ὃς Θήβης κρήδεμνον ἔχει ῥύεταί τε πόληα·
- οἶον δὴ καὶ τόνδε βροτὸν κρατερόν τε μέγαν τε
- σὰς ἐς χεῖρας ἄγουσιν, ἵνα κλέος ἐσθλὸν ἄρηαι.
- ἀλλʼ ἄγε δύσεο τεύχεʼ ἀρήια, ὄφρα τάχιστα
- δίφρους ἐμπελάσαντες Ἄρηός θʼ ἡμέτερόν τε
- μαρνώμεσθʼ, ἐπεὶ οὔ τοι ἀτάρβητον Διὸς υἱὸν
- οὐδʼ Ἰφικλεΐδην δειδίξεται, ἀλλά μιν οἴω
- φεύξεσθαι δύο παῖδας ἀμύμονος Ἀλκεΐδαο,
- οἳ δή σφι σχεδόν εἰσι, λιλαιόμενοι πολέμοιο
- φυλόπιδα στῆσαι, τά σφιν πολὺ φίλτερα θοίνης.
- ὣς φάτο· μείδησεν δὲ βίη Ἡρακληείη
- θυμῷ γηθήσας· μάλα γάρ νύ οἱ ἄρμενα εἶπεν·
- καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
- ἥρως ὦ Ἰόλαε, διοτρεφές, οὐκέτι τηλοῦ
- ὑσμίνη τρηχεῖα· σὺ δʼ ὡς πάρος ἦσθα δαΐφρων,
- ὣς καὶ νῦν μέγαν ἵππον Ἀρίονα κυανοχαίτην
- πάντη ἀναστρωφᾶν καὶ ἀρηγέμεν, ὥς κε δύνηαι.
- ὣς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ,
- Ἡφαίστου κλυτὰ δῶρα, περὶ κνήμῃσιν ἔθηκεν·
- δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε