Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. κοπτομένη πλεκτοῖσιν ὑφʼ ἅρμασι καὶ ποσὶν ἵππων.
  2. ἅρματα δʼ εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον
  3. ἵππων ἱεμένων· κεχάρητο δὲ Κύκνος ἀμύμων,
  4. ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τε
  5. χαλκῷ δηιώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν.
  6. ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων·
  7. αὐτὸς γάρ οἱ ἐπῶρσε βίην Ἡρακληείην.
  8. πᾶν δʼ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου
  9. λάμπεν ὑπὸ δεινοῖο θεοῦ τευχέων τε καὶ αὐτοῦ·
  10. πῦρ δʼ ὣς ὀφθαλμῶν ἀπελάμπετο. τίς κεν ἐκείνου
  11. ἔτλη θνητὸς ἐὼν κατεναντίον ὁρμηθῆναι
  12. πλήν γʼ Ἡρακλῆος καὶ κυδαλίμου Ἰολάου;
  13. κείνων γὰρ μεγάλη τε βίη καὶ χεῖρες ἄαπτοι