Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. καλὸν χρύσειον πολυδαίδαλον, ὅν οἱ ἔδωκε
  2. Παλλὰς Ἀθηναίη, κούρη Διός, ὁππότʼ ἔμελλε
  3. τὸ πρῶτον στονόεντας ἐφορμήσεσθαι ἀέθλους.
  4. θήκατο δʼ ἀμφʼ ὤμοισιν ἀρῆς ἀλκτῆρα σίδηρον
  5. δεινὸς ἀνήρ· κοΐλην δὲ περὶ στήθεσσι φαρέτρην
  6. καββάλετʼ ἐξόπιθεν· πολλοὶ δʼ ἔντοσθεν ὀιστοὶ
  7. ῥιγηλοί, θανάτοιο λαθιφθόγγοιο δοτῆρες.
  8. πρόσθεν μὲν θάνατόν τʼ εἶχον καὶ δάκρυσι μῦρον,
  9. μέσσοι δὲ ξεστοί, περιμήκεες, αὐτὰρ ὄπισθε
  10. μόρφνοιο φλεγύαο καλυπτόμενοι πτερύγεσσιν.
  11. εἵλετο δʼ ὄβριμον ἔγχος, ἀκαχμένον αἴθοπι χαλκῷ,
  12. κρατὶ δʼ ἔπʼ ἰφθίμῳ κυνέην ἐύτυκτον ἔθηκε,
  13. δαιδαλέην ἀδάμαντος, ἐπὶ κροτάφοις ἀραρυῖαν,