Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- οὐ καθʼ ὁμὰ φρονέοντε· κασιγνήτω γε μὲν ἤστην·
- τὸν μὲν χειρότερον, τὸν δʼ αὖ μέγʼ ἀμείνονα φῶτα,
- δεινόν τε κρατερόν τε, βίην Ἡρακληείην·
- τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι,
- τὸν δʼ ἄρα Ἰφικλῆα δορυσσόῳ Ἀμφιτρύωνι,
- κεκριμένην γενεήν· τὸν μὲν βροτῷ ἀνδρὶ μιγεῖσα,
- τὸν δὲ Διὶ Κρονίωνι, θεῶν σημάντορι πάντων.
- ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον.
- εὗρε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνος
- αὐτὸν καὶ πατέρα ὅν Ἄρην, ἄατον πολέμοιο,
- τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο,
- ἑσταότʼ ἐν δίφρῳ· χθόνα δʼ ἔκτυπον ὠκέες ἵπποι
- νύσσοντες χηλῇσι, κόνις δέ σφʼ ἀμφιδεδήει