Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. τὸν μὲν χειρότερον, τὸν δʼ αὖ μέγʼ ἀμείνονα φῶτα,
  2. δεινόν τε κρατερόν τε, βίην Ἡρακληείην·
  3. τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι,
  4. τὸν δʼ ἄρα Ἰφικλῆα δορυσσόῳ Ἀμφιτρύωνι,
  5. κεκριμένην γενεήν· τὸν μὲν βροτῷ ἀνδρὶ μιγεῖσα,
  6. τὸν δὲ Διὶ Κρονίωνι, θεῶν σημάντορι πάντων.
  7. ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον.
  8. εὗρε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνος
  9. αὐτὸν καὶ πατέρα ὅν Ἄρην, ἄατον πολέμοιο,
  10. τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο,