Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν.
  2. ὡς δʼ ὅτʼ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγῃ κακότητα
  3. νούσου ὕπʼ ἀργαλέης ἢ καὶ κρατεροῦ ὑπὸ δεσμοῦ,
  4. ὥς ῥα τότʼ Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσας
  5. ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν.
  6. παννύχιος δʼ ἄρʼ ἔλεκτο σὺν αἰδοίῃ παρακοίτι
  7. τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης.
  8. ἣ δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστῳ
  9. Θήβῃ ἐν ἑπταπύλῳ διδυμάονε γείνατο παῖδε,
  10. οὐ καθʼ ὁμὰ φρονέοντε· κασιγνήτω γε μὲν ἤστην·