Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἑσταότʼ ἐν δίφρῳ· χθόνα δʼ ἔκτυπον ὠκέες ἵπποι
  2. νύσσοντες χηλῇσι, κόνις δέ σφʼ ἀμφιδεδήει
  3. κοπτομένη πλεκτοῖσιν ὑφʼ ἅρμασι καὶ ποσὶν ἵππων.
  4. ἅρματα δʼ εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον
  5. ἵππων ἱεμένων· κεχάρητο δὲ Κύκνος ἀμύμων,
  6. ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τε
  7. χαλκῷ δηιώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν.
  8. ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων·
  9. αὐτὸς γάρ οἱ ἐπῶρσε βίην Ἡρακληείην.
  10. πᾶν δʼ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου