Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- τὸν μὲν ἔπειτʼ εἴασε Διὸς ταλακάρδιος υἱός,
- αὐτὸς δὲ βροτολοιγὸν Ἄρην προσιόντα δοκεύσας,
- δεινὸν ὁρῶν ὄσσοισι, λέων ὣς σώματι κύρσας,
- ὅς τε μάλʼ ἐνδυκέως ῥινὸν κρατεροῖς ὀνύχεσσι
- σχίσσας ὅττι τάχιστα μελίφρονα θυμὸν ἀπηύρα·
- ἐμ μένεος δʼ ἄρα τοῦ γε κελαινὸν πίμπλαται ἦτορ·
- γλαυκιόων δʼ ὄσσοις δεινὸν πλευράς τε καὶ ὤμους
- οὐρῇ μαστιόων ποσσὶν γλάφει, οὐδέ τις αὐτὸν
- ἔτλη ἐς ἄντα ἰδὼν σχεδὸν ἐλθέμεν οὐδὲ μάχεσθαι·
- τοῖος ἄρʼ Ἀμφιτρυωνιάδης, ἀκόρητος ἀυτῆς,
- ἀντίος ἔστη Ἄρηος, ἐνὶ φρεσὶ θάρσος ἀέξων,
- ἐσσυμένως· ὃ δέ οἱ σχεδὸν ἤλυθεν ἀχνύμενος κῆρ·
- ἀμφότεροι δʼ ἰάχοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.
- ὡς δʼ ὅτʼ ἀπὸ μεγάλου πέτρη πρηῶνος ὀρούσῃ,
- μακρὰ δʼ ἐπιθρῴσκουσα κυλίνδεται, ἣ δέ τε ἠχῇ
- ἔρχεται ἐμμεμαυῖα, πάγος δέ οἱ ἀντεβόλησεν
- ὑψηλός· τῷ δὴ συνενείκεται, ἔνθα μιν ἴσχει·
- τόσσῃ ὃ μὲν ἰαχῇ βρισάρματος οὔλιος Ἄρης
- κεκληγὼς ἐπόρουσεν· ὃ δʼ ἐμμαπέως ὑπέδεκτο.
- αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,