Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. δεινὴ δέ σφʼ ἰαχὴ ἄραβός θʼ ἅμα γίγνετʼ ὀδόντων·
  2. οἳ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες, ἀγκυλοχεῖλαι,
  3. πέτρῃ ἔφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχονται
  4. αἰγὸς ὀρεσσινόμου ἢ ἀγροτέρης ἐλάφοιο
  5. πίονος, ἥν τʼ ἐδάμασσε βαλὼν αἰζήιος ἀνὴρ
  6. ἰῷ ἀπὸ νευρῆς, αὐτὸς δʼ ἀπαλήσεται ἄλλῃ
  7. χώρου ἄιδρις ἐών· οἳ δʼ ὀτραλέως ἐνόησαν,
  8. ἐσσυμένως δέ οἱ ἀμφὶ μάχην δριμεῖαν ἔθεντο·
  9. ὣς οἳ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.
  10. ἔνθʼ ἦ τοι Κύκνος μὲν ὑπερμενέος Διὸς υἱὸν
  11. κτεινέμεναι μεμαὼς σάκει ἔμβαλε χάλκεον ἔγχος,
  12. οὐδʼ ἔρρηξεν χαλκόν· ἔρυτο δὲ δῶρα θεοῖο.
  13. Ἀμφιτρυωνιάδης δέ, βίη Ἡρακληείη,
  14. μεσσηγὺς κόρυθός τε καὶ ἀσπίδος ἔγχεϊ μακρῷ
  15. αὐχένα γυμνωθέντα θοῶς ὑπένερθε γενείου
  16. ἤλασʼ ἐπικρατέως· ἀπὸ δʼ ἄμφω κέρσε τένοντε
  17. ἀνδροφόνος μελίη· μέγα γὰρ σθένος ἔμπεσε φωτός.
  18. ἤριπε δʼ, ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ὅτε πεύκη
  19. ἠλίβατος, πληγεῖσα Διὸς ψολόεντι κεραυνῷ·
  20. ὣς ἔριπʼ· ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.