Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἀντίη ἦλθεν Ἄρηος ἐρεμνὴν αἰγίδʼ ἔχουσα·
- δεινὰ δʼ ὑπόδρα ἰδοῦσα ἔπεα πτερόεντα προσηύδα·
- Ἆρες, ἔπισχε μένος κρατερὸν καὶ χεῖρας ἀάπτους·
- οὐ γάρ τοι θέμις ἐστὶν ἀπὸ κλυτὰ τεύχεα δῦσαι
- Ἡρακλέα κτείναντα, Διὸς θρασυκάρδιον υἱόν·
- ἀλλʼ ἄγε παῦε μάχην, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο.
- ὣς ἔφατʼ· ἀλλʼ οὐ πεῖθʼ Ἄρεος μεγαλήτορα θυμόν,
- ἀλλὰ μέγα ἰάχων φλογὶ εἴκελά τʼ ἔγχεα πάλλων
- καρπαλίμως ἐπόρουσε βίῃ Ἡρακληείῃ
- κακτάμεναι μεμαώς· καί ῥʼ ἔμβαλε χάλκεον ἔγχος,
- σπερχνὸν παιδὸς ἑοῦ κοτέων πέρι τεθνηῶτος,
- ἐν σάκεϊ μεγάλῳ. ἀπὸ δὲ γλαυκῶπις Ἀθήνη
- ἔγχεος ὁρμὴν ἔτραπʼ ὀρεξαμένη ἀπὸ δίφρου.
- δριμὺ δʼ Ἄρην ἄχος εἷλε· ἐρυσσάμενος δʼ ἄορ ὀξὺ
- ἔσσυτʼ ἐφʼ Ἡρακλέα κρατερόφρονα· τὸν δʼ ἐπιόντα
- Ἀμφιτρυωνιάδης, δεινῆς ἀκόρητος ἀυτῆς,
- μηρὸν γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο
- οὔτασʼ ἐπικρατέως· διὰ δὲ μέγα σαρκὸς ἄραξε
- δούρατι νωμήσας, ἐπὶ δὲ χθονὶ κάββαλε μέσσῃ.
- τῷ δὲ Φόβος καὶ Δεῖμος ἐύτροχον ἅρμα καὶ ἵππους
- ἤλασαν αἶψʼ ἐγγύς, καὶ ἀπὸ χθονὸς εὐρυοδείης
- ἐς δίφρον θῆκαν πολυδαίδαλον· αἶψα δʼ ἔπειτα
- ἵππους μαστιέτην· ἵκοντο δὲ μακρὸν Ὄλυμπον.
- υἱὸς δʼ Ἀλκμήνης καὶ κυδάλιμος Ἰόλαος