Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός,
- ἐννύχιος· τάχα δʼ ἷξε Τυφαόνιον· τόθεν αὖτις
- Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς.
- ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα·
- αὐτῇ μὲν γὰρ νυκτὶ τανυσφύρου Ἠλεκτρυώνης
- εὐνῇ καὶ φιλότητι μίγη, τέλεσεν δʼ ἄρʼ ἐέλδωρ·
- αὐτῇ δʼ Ἀμφιτρύων λαοσσόος, ἀγλαὸς ἥρως,
- ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε.
- οὐδʼ ὅ γʼ ἐπὶ δμῶας καὶ ποιμένας ἀγροιώτας
- ὦρτʼ ἰέναι, πρίν γʼ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς·