Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- κὰδ δʼ ἄρʼ ἀπʼ οὐρανόθεν ψιάδας βάλεν αἱματοέσσας,
- σῆμα τιθεὶς πολέμοιο ἑῷ μεγαθαρσέι παιδί.
- οἷος δʼ ἐν βήσσῃς ὄρεος χαλεπὸς προϊδέσθαι
- κάπρος χαυλιόδων φρονέει θυμῷ μαχέσασθαι
- ἀνδράσι θηρευτῇς, θήγει δέ τε λευκὸν ὀδόντα
- δοχμωθείς, ἀφρὸς δὲ περὶ στόμα μαστιχόωντι
- λείβεται, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἔικτον,
- ὀρθὰς δʼ ἐν λοφιῇ φρίσσει τρίχας ἀμφί τε δειρήν·
- τῷ ἴκελος Διὸς υἱὸς ἀφʼ ἱππείου θόρε δίφρου.
- ἦμος δὲ χλοερῷ κυανόπτερος ἠχέτα τέττιξ
- ὄζῳ ἐφεζόμενος θέρος ἀνθρώποισιν ἀείδειν
- ἄρχεται, ᾧ τε πόσις καὶ βρῶσις θῆλυς ἐέρση,
- καί τε πανημέριός τε καὶ ἠώιος χέει αὐδὴν
- ἴδει ἐν αἰνοτάτῳ, ὅτε τε χρόα Σείριος ἄζει,
- τῆμος δὴ κέγχροισι πέρι γλῶχες τελέθουσι
- τούς τε θέρει σπείρουσιν, ὅτʼ ὄμφακες αἰόλλονται,
- οἷα Διώνυσος δῶκʼ ἀνδράσι χάρμα καὶ ἄχθος·
- τὴν ὥρην μάρναντο, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
- ὡς δὲ λέοντε δύω ἀμφὶ κταμένης ἐλάφοιο
- ἀλλήλοις κοτέοντες ἐπὶ σφέας ὁρμήσωσι,