Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. τὸν πρότερος προσέειπε βίη Ἡρακληείη·
    1. κύκνε πέπον, τί νυ νῶιν ἐπίσχετον ὠκέας ἵππους
    2. ἀνδράσιν, οἵ τε πόνου καὶ ὀιζύος ἴδριές εἰμεν;
    3. ἀλλὰ παρὲξ ἔχε δίφρον ἐύξοον ἠδὲ κελεύθου
    4. εἶκε παρὲξ ἰέναι. Τρηχῖνα δέ τοι παρελαύνω
    5. ἐς Κήυκα ἄνακτα· ὃ γὰρ δυνάμι τε καὶ αἰδοῖ
    6. Τρηχῖνος προβέβηκε, σὺ δʼ εὖ μάλα οἶσθα καὶ αὐτός·
    7. τοῦ γὰρ ὀπυίεις παῖδα Θεμιστονόην κυανῶπιν.
    8. ὦ πέπον, οὐ μὲν γὰρ τοι Ἄρης θανάτοιο τελευτὴν
    9. ἀρκέσει, εἰ δὴ νῶι συνοισόμεθα πτολεμίζειν.
    10. ἤδη μέν τέ ἕ φημι καὶ ἄλλοτε πειρηθῆναι
    11. ἔγχεος ἡμετέρου, ὅθʼ ὑπὲρ Πύλου ἠμαθόεντος
    12. ἀντίος ἔστη ἐμεῖο, μάχης ἄμοτον μενεαίνων.
    13. τρὶς μὲν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἠρείσατο γαίῃ
    14. οὐταμένου σάκεος, τὸ δὲ τέτρατον ἤλασα μηρὸν
    15. παντὶ μένει σπεύδων, διὰ δὲ μέγα σαρκὸς ἄραξα.
  2. πρηνὴς δʼ ἐν κονίῃσι χαμαὶ πέσεν ἔγχεος ὁρμῇ.
  3. ἔνθα κε δὴ λωβητὸς ἐν ἀθανάτοισιν ἐτύχθη
  4. χερσὶν ὕφʼ ἡμετέρῃσι λιπὼν ἔναρα βροτόεντα.
  5. ὣς ἔφατʼ· οὐδʼ ἄρα Κύκνος ἐυμμελίης ἐμενοίνα
  6. τῷ ἐπιπειθόμενος ἐχέμεν ἐρυσάρματας ἵππους.
  7. δὴ τότʼ ἀπʼ εὐπλεκέων δίφρων θόρον αἶψʼ ἐπὶ γαῖαν
  8. παῖς τε Διὸς μεγάλου καὶ Ἐνυαλίοιο ἄνακτος.
  9. ἡνίοχοι δʼ ἔμπλην ἔλασαν καλλίτριχας ἵππους·
  10. τῶν δʼ ὕπο σευομένων κανάχιζε πόσʼ εὐρεῖα χθών.
  11. ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο
  12. πέτραι ἀποθρῴσκωσιν, ἐπʼ ἀλλήλῃς δὲ πέσωσι,
  13. πολλαὶ δὲ δρῦς ὑψίκομοι, πολλαὶ δὲ τε πεῦκαι
  14. αἴγειροί τε τανύρριζοι ῥήγνυνται ὑπʼ αὐτέων
  15. ῥίμφα κυλινδομένων, εἵως πεδίονδʼ ἀφίκωνται,
  16. ὣς οἳ ἐπʼ ἀλλήλοισι πέσον μέγα κεκλήγοντες.
  17. πᾶσα δὲ Μυρμιδόνων τε πόλις κλειτή τʼ Ἰαωλκὸς
  18. Ἄρνη τʼ ἠδʼ Ἑλίκη Ἄνθειά τε ποιήεσσα
  19. φωνῇ ὕπʼ ἀμφοτέρων μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷ
  20. θεσπεσίῳ σύνισαν· μέγα δʼ ἔκτυπε μητίετα Ζεύς.