Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- τῶν ὅ γʼ ὀπίζετο μῆνιν, ἐπείγετο δʼ ὅττι τάχιστα
- ἐκτελέσαι μέγα ἔργον, ὅ οἱ Διόθεν θέμις ἦεν.
- τῷ δʼ ἅμα ἱέμενοι πολέμοιό τε φυλόπιδός τε
- Βοιωτοὶ πλήξιπποι, ὑπὲρ σακέων πνείοντες,
- Λοκροί τʼ ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι
- ἕσποντʼ· ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο
- κυδιόων λαοῖσι. πατὴρ δʼ ἀνδρῶν τε θεῶν τε
- ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν
- ἀνδράσι τʼ ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι.
- ὦρτο δʼ ἀπʼ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων,