Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ῥυτὰ χαλαίνοντες, τὰ δʼ ἐπικροτέοντα πέτοντο
  2. ἅρματα κολλήεντʼ, ἐπὶ δὲ πλῆμναι μέγʼ ἀύτευν.
  3. οἳ μὲν ἄρʼ ἀίδιον εἶχον πόνον οὐδέ ποτέ σφιν
  4. νίκη ἐπηνύσθη, ἀλλʼ ἄκριτον εἶχον ἄεθλον.
  5. τοῖσιν δὲ προέκειτο μέγας τρίπος ἐντὸς ἀγῶνος,
  6. χρύσειος, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο.
  7. ἀμφὶ δʼ ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς,
  8. πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον, οἳ δὲ κατʼ αὐτὸν
  9. κύκνοι ἀερσιπόται μεγάλʼ ἤπυον, οἵ ῥά τε πολλοὶ
  10. νῆχον ἐπʼ ἄκρον ὕδωρ· παρὰ δʼ ἰχθύες ἐκλονέοντο.
  11. θαῦμα ἰδεῖν καὶ Ζηνὶ βαρυκτύπῳ, οὗ διὰ βουλὰς
  12. Ἥφαιστος ποίησε σάκος μέγα τε στιβαρόν τε,
  13. ἀρσάμενος παλάμῃσι. τὸ μὲν Διὸς ἄλκιμος υἱὸς