Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων,
- βριθομένων φύλλοισι καὶ ἀργυρέῃς ἑλίκεσσιν.
- οἳ δʼ αὖτʼ ἐς ταλάρους ἐφόρευν. παρὰ δέ σφισιν ὄρχος
- χρύσεος ἦν, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο,
- σειόμενος φύλλοισι καὶ ἀργυρέῃσι κάμαξι,
- βριθόμενος σταφυλῇσι· μελάνθησάν γε μὲν αἵδε.
- οἵ γε μὲν ἐτράπεον, τοὶ δʼ ἤρυον· οἳ δʼ ἐμάχοντο
- πύξ τε καὶ ἑλκηδόν· τοὶ δʼ ὠκύποδας λαγὸς ᾕρευν
- ἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό,
- ἱέμενοι μαπέειν, οἳ δʼ ἱέμενοι ὑπαλύξαι.
- πὰρ δʼ αὐτοῖς ἱππῆες ἔχον πόνον, ἀμφὶ δʼ ἀέθλῳ
- δῆριν ἔχον καὶ μόχθον. ἐυπλεκέων δʼ ἐπὶ δίφρων
- ἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππους