Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- πάλλεν ἐπικρατέως· ἐπὶ δʼ ἱππείου θόρε δίφρου,
- εἴκελος ἀστεροπῇ πατρὸς Διὸς αἰγιόχοιο,
- κοῦφα βιβάς· τῷ δʼ ἡνίοχος κρατερὸς Ἰόλαος
- δίφρου ἐπεμβεβαὼς ἰθύνετο καμπύλον ἅρμα.
- ἀγχίμολον δέ σφʼ ἦλθε θεὰ γλαυκῶπις Ἀθήνη,
- καί σφεας θαρσύνουσα ἔπεα πτερόεντα προσηύδα·
- χαίρετε, Λυγκῆος γενεὴ τηλεκλειτοῖο·
- νῦν δὴ Ζεὺς κράτος ὔμμι διδοῖ μακάρεσσιν ἀνάσσων
- Κύκνον τʼ ἐξεναρεῖν καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
- ἄλλο δὲ τοί τι ἔπος ἐρέω, μέγα φέρτατε λαῶν·
- εὖτʼ ἂν δὴ Κύκνον γλυκερῆς αἰῶνος ἀμέρσῃς,
- τὸν μὲν ἔπειτʼ αὐτοῦ λιπέειν καὶ τεύχεα τοῖο,
- αὐτὸς δὲ βροτολοιγὸν Ἄρην ἐπιόντα δοκεύσας,
- ἔνθα κε γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο
- ὀφθαλμοῖσιν ἴδῃς, ἔνθʼ οὐτάμεν ὀξέι χαλκῷ·
- ἂψ δʼ ἀναχάσσασθαι· ἐπεὶ οὔ νύ τοι αἴσιμόν ἐστιν
- οὔθʼ ἵππους ἑλέειν οὔτε κλυτὰ τεύχεα τοῖο.
- ὣς εἰποῦσʼ ἐς δίφρον ἐβήσατο δῖα θεάων,
- νίκην ἀθανάτῃς χερσὶν καὶ κῦδος ἔχουσα,
- ἐσσυμένως. τότε δή ῥα διόγνητος Ἰόλαος
- σμερδαλέον ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς
- ῥίμφʼ ἔφερον θοὸν ἅρμα κονίοντες πεδίοιο.
- ἐν γάρ σφιν μένος ἧκε θεὰ γλαυκῶπις Ἀθήνη
- αἰγίδʼ ἀνασσείσασα· περιστονάχησε δὲ γαῖα.