Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- Τάρταρον ἐς κρυόενθʼ. αἳ δὲ φρένας εὖτʼ ἀρέσαντο
- αἵματος ἀνδρομέου, τὸν μὲν ῥίπτασκον ὀπίσσω,
- ἂψ δʼ ὅμαδον καὶ μῶλον ἐθύνεον αὖτις ἰοῦσαι.
- Κλωθὼ καὶ Λάχεσίς σφιν ἐφέστασαν· ἣ μὲν ὑφήσσων
- Ἀτροπος οὔ τι πέλεν μεγάλη θεός, ἀλλʼ ἄρα ἥ γε
- τῶν γε μὲν ἀλλάων προφερής τʼ ἦν πρεσβυτάτη τε.
- πᾶσαι δʼ ἀμφʼ ἑνὶ φωτὶ μάχην δριμεῖαν ἔθεντο.
- δεινὰ δʼ ἐς ἀλλήλας δράκον ὄμμασι θυμήνασαι,
- ἐν δʼ ὄνυχας χεῖράς τε θρασείας ἰσώσαντο.
- πὰρ δʼ Ἀχλὺς εἱστήκει ἐπισμυγερή τε καὶ αἰνή,
- χλωρὴ ἀυσταλέη λιμῷ καταπεπτηυῖα,
- γουνοπαχής, μακροὶ δʼ ὄνυχες χείρεσσιν ὑπῆσαν.
- τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον, ἐκ δὲ παρειῶν