Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- αἷμʼ ἀπελείβετʼ ἔραζʼ· ἣ δʼ ἄπλητον σεσαρυῖα
- εἱστήκει, πολλὴ δὲ κόνις κατενήνοθεν ὤμους,
- δάκρυσι μυδαλέη. παρὰ δʼ εὔπυργος πόλις ἀνδρῶν·
- χρύσειαι δέ μιν εἶχον ὑπερθυρίοις ἀραρυῖαι
- ἑπτὰ πύλαι· τοὶ δʼ ἄνδρες ἐν ἀγλαΐῃς τε χοροῖς τε
- τέρψιν ἔχον· τοὶ μὲν γὰρ ἐυσσώτρου ἐπʼ ἀπήνης
- ἤγοντʼ ἀνδρὶ γυναῖκα, πολὺς δʼ ὑμέναιος ὀρώρει·
- τῆλε δʼ ἀπʼ αἰθομένων δαΐδων σέλας εἰλύφαζε
- χερσὶν ἔνι δμῳῶν· ταὶ δʼ ἀγλαΐῃ τεθαλυῖαι
- πρόσθʼ ἔκιον· τῇσιν δὲ χοροὶ παίζοντες ἕποντο.
- τοὶ μὲν ὑπὸ λιγυρῶν συρίγγων ἵεσαν αὐδὴν
- ἐξ ἁπαλῶν στομάτων, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.
- αἳ δʼ ὑπὸ φορμίγγων ἄναγον χορὸν ἱμερόεντα.