Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- μάρνανθʼ· αἱ δὲ γυναῖκες ἐυδμήτων ἐπὶ πύργων
- χαλκέων ὀξὺ βόων, κατὰ δʼ ἐδρύπτοντο παρειάς,
- ζωῇσιν ἴκελαι, ἔργα κλυτοῦ Ἡφαίστοιο.
- ἄνδρες δʼ, οἳ πρεσβῆες ἔσαν γῆράς τε μέμαρπεν,
- ἀθρόοι ἔκτοσθεν πυλέων ἔσαν, ἂν δὲ θεοῖσι
- χεῖρας ἔχον μακάρεσσι, περὶ σφετέροισι τέκεσσι
- δειδιότες· τοὶ δʼ αὖτε μάχην ἔχον. αἳ δὲ μετʼ αὐτοὺς
- Κῆρες κυάνεαι, λευκοὺς ἀραβεῦσαι ὀδόντας,
- δεινωπαὶ βλοσυραί τε δαφοιναί τʼ ἄπληταί τε
- δῆριν ἔχον περὶ πιπτόντων· πᾶσαι δʼ ἄρʼ ἵεντο
- αἷμα μέλαν πιέειν· ὃν δὲ πρῶτον μεμάποιεν
- κείμενον ἢ πίπτοντα νεούτατον, ἀμφὶ μὲν αὐτῷ
- βάλλʼ ὄνυχας μεγάλους, ψυχὴ δʼ Ἄιδόσδε κατῇεν