Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Γοργείοις ἐδονεῖτο μέγας Φόβος. οἳ δʼ ὑπὲρ αὐτέων
  2. ἄνδρες ἐμαρνάσθην πολεμήια τεύχεʼ ἔχοντες,
  3. τοὶ μὲν ὑπὲρ σφετέρης πόλιος σφετέρων τε τοκήων
  4. λοιγὸν ἀμύνοντες, τοὶ δὲ πραθέειν μεμαῶτες.
  5. πολλοὶ μὲν κέατο, πλέονες δʼ ἔτι δῆριν ἔχοντες
  6. μάρνανθʼ· αἱ δὲ γυναῖκες ἐυδμήτων ἐπὶ πύργων
  7. χαλκέων ὀξὺ βόων, κατὰ δʼ ἐδρύπτοντο παρειάς,
  8. ζωῇσιν ἴκελαι, ἔργα κλυτοῦ Ἡφαίστοιο.
  9. ἄνδρες δʼ, οἳ πρεσβῆες ἔσαν γῆράς τε μέμαρπεν,
  10. ἀθρόοι ἔκτοσθεν πυλέων ἔσαν, ἂν δὲ θεοῖσι
  11. χεῖρας ἔχον μακάρεσσι, περὶ σφετέροισι τέκεσσι
  12. δειδιότες· τοὶ δʼ αὖτε μάχην ἔχον. αἳ δὲ μετʼ αὐτοὺς
  13. Κῆρες κυάνεαι, λευκοὺς ἀραβεῦσαι ὀδόντας,
  14. δεινωπαὶ βλοσυραί τε δαφοιναί τʼ ἄπληταί τε
  15. δῆριν ἔχον περὶ πιπτόντων· πᾶσαι δʼ ἄρʼ ἵεντο
  16. αἷμα μέλαν πιέειν· ὃν δὲ πρῶτον μεμάποιεν
  17. κείμενον ἢ πίπτοντα νεούτατον, ἀμφὶ μὲν αὐτῷ
  18. βάλλʼ ὄνυχας μεγάλους, ψυχὴ δʼ Ἄιδόσδε κατῇεν
  19. Τάρταρον ἐς κρυόενθʼ. αἳ δὲ φρένας εὖτʼ ἀρέσαντο
  20. αἵματος ἀνδρομέου, τὸν μὲν ῥίπτασκον ὀπίσσω,