Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- οὔτʼ ἄρʼ ἐπιψαύων σάκεος ποσὶν οὔθʼ ἑκὰς αὐτοῦ,
- θαῦμα μέγα φράσσασθʼ, ἐπεὶ οὐδαμῇ ἐστήρικτο.
- τὼς γάρ μιν παλάμαις τεῦξεν κλυτὸς Ἀμφιγυήεις
- χρύσεον· ἀμφὶ δὲ ποσσὶν ἔχεν πτερόεντα πέδιλα.
- ὤμοισιν δέ μιν ἀμφὶ μελάνδετον ἆορ ἔκειτο
- χαλκέου ἐκ τελαμῶνος· ὃ δʼ ὥς τε νόημʼ ἐποτᾶτο·
- πᾶν δὲ μετάφρενον εἶχε κάρη δεινοῖο πελώρου,
- Γοργοῦς· ἀμφὶ δέ μιν κίβισις θέε, θαῦμα ἰδέσθαι,
- ἀργυρέη· θύσανοι δὲ κατῃωρεῦντο φαεινοὶ
- χρύσειοι· δεινὴ δὲ περὶ κροτάφοισιν ἄνακτος
- κεῖτʼ Ἄιδος κυνέη νυκτὸς ζόφον αἰνὸν ἔχουσα.
- αὐτὸς δὲ σπεύδοντι καὶ ἐρρίγοντι ἐοικὼς
- Περσεὺς Δαναΐδης ἐτιταίνετο. ταὶ δὲ μετʼ αὐτὸν
- Γοργόνες ἄπλητοί τε καὶ οὐ φαταὶ ἐρρώοντο
- ἱέμεναι μαπέειν. ἐπὶ δὲ χλωροῦ ἀδάμαντος
- βαινουσέων ἰάχεσκε σάκος μεγάλῳ ὀρυμαγδῷ
- ὀξέα καὶ λιγέως· ἐπὶ δὲ ζώνῃσι δράκοντε
- δοιὼ ἀπῃωρεῦντʼ ἐπικυρτώοντε κάρηνα.
- λίχμαζον δʼ ἄρα τώ γε· μένει δʼ ἐχάρασσον ὀδόντας
- ἄγρια δερκομένω. ἐπὶ δὲ δεινοῖσι καρήνοις