Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἂψ δʼ ὅμαδον καὶ μῶλον ἐθύνεον αὖτις ἰοῦσαι.
  2. Κλωθὼ καὶ Λάχεσίς σφιν ἐφέστασαν· ἣ μὲν ὑφήσσων
  3. Ἀτροπος οὔ τι πέλεν μεγάλη θεός, ἀλλʼ ἄρα ἥ γε
  4. τῶν γε μὲν ἀλλάων προφερής τʼ ἦν πρεσβυτάτη τε.
  5. πᾶσαι δʼ ἀμφʼ ἑνὶ φωτὶ μάχην δριμεῖαν ἔθεντο.
  6. δεινὰ δʼ ἐς ἀλλήλας δράκον ὄμμασι θυμήνασαι,
  7. ἐν δʼ ὄνυχας χεῖράς τε θρασείας ἰσώσαντο.
  8. πὰρ δʼ Ἀχλὺς εἱστήκει ἐπισμυγερή τε καὶ αἰνή,
  9. χλωρὴ ἀυσταλέη λιμῷ καταπεπτηυῖα,
  10. γουνοπαχής, μακροὶ δʼ ὄνυχες χείρεσσιν ὑπῆσαν.
  11. τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον, ἐκ δὲ παρειῶν
  12. αἷμʼ ἀπελείβετʼ ἔραζʼ· ἣ δʼ ἄπλητον σεσαρυῖα
  13. εἱστήκει, πολλὴ δὲ κόνις κατενήνοθεν ὤμους,
  14. δάκρυσι μυδαλέη. παρὰ δʼ εὔπυργος πόλις ἀνδρῶν·
  15. χρύσειαι δέ μιν εἶχον ὑπερθυρίοις ἀραρυῖαι
  16. ἑπτὰ πύλαι· τοὶ δʼ ἄνδρες ἐν ἀγλαΐῃς τε χοροῖς τε
  17. τέρψιν ἔχον· τοὶ μὲν γὰρ ἐυσσώτρου ἐπʼ ἀπήνης
  18. ἤγοντʼ ἀνδρὶ γυναῖκα, πολὺς δʼ ὑμέναιος ὀρώρει·
  19. τῆλε δʼ ἀπʼ αἰθομένων δαΐδων σέλας εἰλύφαζε
  20. χερσὶν ἔνι δμῳῶν· ταὶ δʼ ἀγλαΐῃ τεθαλυῖαι