Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- Γοργείοις ἐδονεῖτο μέγας Φόβος. οἳ δʼ ὑπὲρ αὐτέων
- ἄνδρες ἐμαρνάσθην πολεμήια τεύχεʼ ἔχοντες,
- τοὶ μὲν ὑπὲρ σφετέρης πόλιος σφετέρων τε τοκήων
- λοιγὸν ἀμύνοντες, τοὶ δὲ πραθέειν μεμαῶτες.
- πολλοὶ μὲν κέατο, πλέονες δʼ ἔτι δῆριν ἔχοντες
- μάρνανθʼ· αἱ δὲ γυναῖκες ἐυδμήτων ἐπὶ πύργων
- χαλκέων ὀξὺ βόων, κατὰ δʼ ἐδρύπτοντο παρειάς,
- ζωῇσιν ἴκελαι, ἔργα κλυτοῦ Ἡφαίστοιο.
- ἄνδρες δʼ, οἳ πρεσβῆες ἔσαν γῆράς τε μέμαρπεν,
- ἀθρόοι ἔκτοσθεν πυλέων ἔσαν, ἂν δὲ θεοῖσι