Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. χεῖρας ἔχον μακάρεσσι, περὶ σφετέροισι τέκεσσι
  2. δειδιότες· τοὶ δʼ αὖτε μάχην ἔχον. αἳ δὲ μετʼ αὐτοὺς
  3. Κῆρες κυάνεαι, λευκοὺς ἀραβεῦσαι ὀδόντας,
  4. δεινωπαὶ βλοσυραί τε δαφοιναί τʼ ἄπληταί τε
  5. δῆριν ἔχον περὶ πιπτόντων· πᾶσαι δʼ ἄρʼ ἵεντο
  6. αἷμα μέλαν πιέειν· ὃν δὲ πρῶτον μεμάποιεν
  7. κείμενον ἢ πίπτοντα νεούτατον, ἀμφὶ μὲν αὐτῷ
  8. βάλλʼ ὄνυχας μεγάλους, ψυχὴ δʼ Ἄιδόσδε κατῇεν
  9. Τάρταρον ἐς κρυόενθʼ. αἳ δὲ φρένας εὖτʼ ἀρέσαντο
  10. αἵματος ἀνδρομέου, τὸν μὲν ῥίπτασκον ὀπίσσω,